[ΚΑΙΝΗ ΔΙΑΘΗΚΗ]

ΕΥΑΓΓΕΛΙΟΝ
ΚΑΤΑ ΜΑΡΚΟΝ
ΚΕΦΑΛΑΙΟΝ Α.
Κ.Διαθήκη - Επόμενο Κεφ.à
1 ᾿Αρχὴ τοῦ
εὐαγγελίου ᾿Ιησοῦ Χριστοῦ, υἱοῦ
τοῦ Θεοῦ.
2 ῾Ως γέγραπται ἐν
τοῖς προφήταις, ἰδοὺ ἐγὼ
ἀποστέλλω τὸν ἄγγελόν μου πρὸ
προσώπου σου, ὃς κατασκευάσει τὴν ὁδόν σου
ἔμπροσθέν σου·
3 φωνὴ βοῶντος ἐν
τῇ ἐρήμῳ, ἑτοιμάσατε τὴν
ὁδὸν Κυρίου, εὐθείας ποιεῖτε τὰς
τρίβους αὐτοῦ,
4 ἐγένετο
᾿Ιωάννης βαπτίζων ἐν τῇ ἐρήμῳ
καὶ κηρύσσων βάπτισμα μετανοίας εἰς ἄφεσιν
ἁμαρτιῶν.
5 καὶ ἐξεπορεύετο
πρὸς αὐτὸν πᾶσα ἡ ᾿Ιουδαία χώρα
καὶ οἱ ῾Ιεροσολυμῖται, καὶ
ἐβαπτίζοντο πάντες ἐν τῷ
᾿Ιορδάνῃ ποταμῷ ὑπ᾿ αὐτοῦ ἐξομολογούμενοι
τὰς ἁμαρτίας αὐτῶν.
6 ἦν δὲ ὁ
᾿Ιωάννης ἐνδεδυμένος τρίχας καμήλου
καὶ ζώνην δερματίνην περὶ τὴν ὀσφὺν
αὐτοῦ, καὶ ἐσθίων ἀκρίδας καὶ μέλι
ἄγριον.
7 καὶ ἐκήρυσσε
λέγων· ἔρχεται ὁ ἰσχυρότερός μου
ὀπίσω μου, οὗ οὐκ εἰμὶ ἱκανὸς
κύψας λῦσαι τὸν ἱμάντα τῶν ὑποδημάτων
αὐτοῦ·
8 ἐγὼ μὲν
ἐβάπτισα ὑμᾶς ἐν ὕδατι, αὐτὸς
δὲ βαπτίσει ὑμᾶς ἐν Πνεύματι
῾Αγίῳ.
9 Καὶ ἐγένετο ἐν
ἐκείναις ταῖς ἡμέραις ἦλθεν ὁ ᾿Ιησοῦς
ἀπὸ Ναζαρὲτ τῆς Γαλιλαίας καὶ
ἐβαπτίσθη ὑπὸ ᾿Ιωάννου εἰς τὸν
᾿Ιορδάνην.
10 καὶ εὐθέως
ἀναβαίνων ἀπὸ τοῦ ὕδατος εἶδε
σχιζομένους τοὺς οὐρανοὺς καὶ
τὸΠνεῦμα ὡς περιστερὰν καταβαῖνον ἐπ᾿
αὐτόν·
11 καὶ φωνὴ
ἐγένετο ἐκ τῶν οὐρανῶν· σὺ
εἶ ὁ υἱός μου ὁ ἀγαπητός, ἐν
σοὶ ηὐδόκησα.
12 Καὶ εὐθέως τὸ
Πνεῦμα αὐτὸν ἐκβάλλει εἰς τὴν
ἔρημον·
13 καὶ ἦν ἐκεῖ
ἐν τῇ ἐρήμῳ ἡμέρας τεσσαράκοντα
πειραζόμενος ὑπὸ τοῦ σατανᾶ, καὶ ἦν
μετὰ τῶν θηρίων, καὶ οἱ ἄγγελοι
διηκόνουν αὐτῷ.
14 Μετὰ δὲ τὸ
παραδοθῆναι ᾿Ιωάννην ἦλθεν ὁ ᾿Ιησοῦς
εἰς τὴν Γαλιλαίαν κηρύσσων τὸ
εὐαγγέλιον τῆς βασιλείας τοῦ Θεοῦ
15 καὶ λέγων ὅτι
πεπλήρωται ὁ καιρὸς καὶ ἤγγικεν ἡ
βασιλεία τοῦ Θεοῦ· μετανοεῖτε καὶ
πιστεύετε ἐν τῷ εὐαγγελίῳ.
16 Περιπατῶν δὲ παρὰ
τὴν θάλασσαν τῆς Γαλιλαίας εἶδε Σίμωνα
καὶ ᾿Ανδρέαν τὸν ἀδελφὸν αὐτοῦ
τοῦ Σίμωνος, βάλλοντας ἀμφίβληστρον ἐν
τῇ θαλάσσῃ· ἦσαν γὰρ
ἁλιεῖς·
17 καὶ εἶπεν
αὐτοῖς ὁ᾿Ιησοῦς δεῦτε ὀπίσω
μου, καὶ ποιήσω ὑμᾶς γενέσθαι ἁλιεῖς
ἀνθρώπων.
18 καὶ εὐθέως
ἀφέντες τὰ δίκτυα αὐτῶν
ἠκολούθησαν αὐτῷ.
19 Καὶ προβὰς
ἐκεῖθεν ὀλίγον εἶδεν ᾿Ιάκωβον
τὸν τοῦ Ζεβεδαίου καὶ ᾿Ιωάννην
τὸνἀδελφὸν αὐτοῦ, καὶ αὐτοὺς
ἐν τῷ πλοίῳ καταρτίζοντας τὰ δίκτυα,
20 καὶ εὐθέως
ἐκάλεσεν αὐτούς. καὶ ἀφέντες
τὸν πατέρα αὐτῶν Ζεβεδαῖον ἐν τῷ
πλοίῳ μετὰ τῶν μισθωτῶν ἀπῆλθον ὀπίσω
αὐτοῦ.
21 Καὶ εἰσπορεύονται εἰς
Καπερναούμ· καὶ εὐθέως τοῖς σάββασι
εἰσελθὼν εἰς τὴν συναγωγὴν ἐδίδασκε
22 καί ἐξεπλήσσοντο
ἐπί τῇ διδαχῇ αὐτοῦ τήν γᾶρ
διδάσκων αὐτοὺς ὡς ἐξουσίαν ἔχων,
καὶ οὐχ ὡς οἱ γραμματεῖς.
23 Καὶ ἦν ἐν τῇ
συναγωγῇ αὐτῶν ἄνθρωπος ἐν πνεύματι
ἀκαθάρτῳ, καὶ ἀνέκραξε
24 λέγων· ἔα, τί
ἡμῖν καὶ σοί, ᾿Ιησοῦ Ναζαρηνέ;
ἦλθες ἀπολέσαι ἡμᾶς; οἶδά σε
τίς εἶ, ὁ ἅγιος τοῦ Θεοῦ.
25 καὶ ἐπετίμησεν
αὐτῷ ὁ ᾿Ιησοῦς λέγων· φιμώθητι
καὶ ἔξελθε ἐξ αὐτοῦ.
26 καὶ σπαράξαν
αὐτὸν τὸ πνεῦμα τὸ ἀκάθαρτον
καὶ κράξαν φωνῇ μεγάλῃ ἐξῆλθεν
ἐξ αὐτοῦ.
27 καὶ ἐθαμβήθησαν
πάντες, ὥστε συζητεῖν πρὸς ἑαυτοὺς
λέγοντας· τί ἐστι τοῦτο;τίς ἡ
διδαχὴ ἡ καινὴ αὕτη, ὅτι κατ᾿ ἐξουσίαν
καὶ τοῖς πνεύμασι τοῖς ἀκαθάρτοις
ἐπιτάσσει, καὶ ὑπακούουσιν αὐτῷ;
28 καὶ ἐξῆλθεν ἡ
ἀκοὴ αὐτοῦ εὐθὺς εἰς ὅλην
τὴν περίχωρον τῆς Γαλιλαίας.
29 Καὶ εὐθέως ἐκ
τῆς συναγωγῆς ἐξελθόντες ἦλθον εἰς
τὴν οἰκίαν Σίμωνος καὶ ᾿Ανδρέου
μετὰ ᾿Ιακώβου καὶ ᾿Ιωάννου.
30 ἡ δὲ πενθερὰ
Σίμωνος κατέκειτο πυρέσσουσα. καὶ εὐθέως
λέγουσιν αὐτῷ περὶ αὐτῆς,
31 καὶ προσελθὼν ἤγειρεν
αὐτὴν κρατήσας τῆς χειρὸς αὐτῆς,
καὶ ἀφῆκεν αὐτὴν ὁ πυρετὸς
εὐθέως, καὶ διηκόνει αὐτοῖς.
32 ᾿Οψίας δὲ
γενομένης, ὅτε ἔδυ ὁ ἥλιος, ἔφερον
πρὸς αὐτὸν πάντας τοὺς κακῶς ἔχοντας
καὶ τοὺς δαιμονιζομένους·
33 καὶ ἦν ἡ πόλις
ὅλη ἐπισυνηγμένη πρὸς τὴν θύραν·
34 καὶ ἐθεράπευσε
πολλοὺς κακῶς ἔχοντας, ποικίλαις νόσοις,
καὶ δαιμόνια πολλὰ ἐξέβαλε, καὶ οὐκ
ἤφιε λαλεῖν τὰ δαιμόνια, ὅτι ᾔδεισαν
αὐτὸν Χριστὸν εἶναι.
35 Καὶ πρωῒ ἔννυχα
λίαν ἀναστὰς ἐξῆλθε καὶ ἀπῆλθεν
εἰς ἔρημον τόπον, κἀκεῖ προσηύχετο.
36 καὶ κατεδίωξαν
αὐτὸν ὁ Σίμων καὶ οἱ μετ᾿ αὐτοῦ,
37 καὶ εὑρόντες
αὐτὸν λέγουσιν αὐτῷ ὅτι πάντες σε
ζητοῦσι.
38 καὶ λέγει
αὐτοῖς· ἄγωμεν εἰς τὰς ἐχομένας
κωμοπόλεις, ἵνα καὶ ἐκεῖ κηρύξω·
εἰς τοῦτο γὰρ ἐξελήλυθα.
39 καὶ ἦν κηρύσσων
ἐν ταῖς συναγωγαῖς αὐτῶν εἰς ὅλην
τὴν Γαλιλαίαν καὶ τὰ δαιμόνια ἐκβάλλων.
40 Καὶ ἔρχεται πρὸς
αὐτὸν λεπρὸς παρακαλῶν αὐτὸν καὶ
γονυπετῶν αὐτὸν καὶ λέγων αὐτῷ
ὅτι ἐὰν θέλῃς, δύνασαί με καθαρίσαι.
41 ὁ δὲ ᾿ησοῦς
σπλαγχνισθείς, ἐκτείνας τὴν χεῖρα ἥψατο
αὐτοῦ καὶ λέγει αὐτῷ· θέλω,
καθαρίσθητι.
42 καὶ εἰπόντος
αὐτοῦ εὐθέως ἀπῆλθεν
ἀπαὐτοῦ ἡ λέπρα, καὶ
ἐκαθαρίσθη.
43 καὶ ἐμβριμησάμενος
αὐτῷ εὐθέως ἐξέβαλεν αὐτὸν
καὶ λέγει αὐτῷ·
44 ὅρα μηδενὶ μηδὲν
εἴπῃς, ἀλλ᾿ ὕπαγε σεαυτὸν δεῖξον
τῷ ἱερεῖ καὶ προσένεγκε περὶ τοῦ
καθαρισμοῦ σου ἃ προσέταξε Μωῡσῆς εἰς
μαρτύριον αὐτοῖς.
45 ὁ δὲ ἐξελθὼν
ἤρξατο κηρύσσειν πολλὰ καὶ διαφημίζειν τὸν
λόγον, ὥστε μηκέτι αὐτὸν δύνασθαι
φανερῶς εἰς πόλιν εἰσελθεῖν, ἀλλ᾿
ἔξω ἐν ἐρήμοις τόποις ἦν· καὶ
ἤρχοντο πρὸς αὐτὸν πανταχόθεν.
ΚΕΦΑΛΑΙΟΝ Β. (Κατά Μάρκον)
ß Προηγούμενο
Κεφ. - Επιστροφή – Κ.Διαθήκη - Επόμενο Κεφ.à
1 Καί εἰσῆλθε
πάλιν εἰς Καπερναοὺμ δι᾿ ἡμερῶν καὶ
ἠκούσθη ὅτι εἰς οἶκόν ἐστι.
2 καὶ εὐθέως
συνήχθησαν πολλοί, ὥστε μηκέτι χωρεῖν μηδὲ
τὰ πρὸς τὴν θύραν· καὶ ἐλάλει
αὐτοῖς τὸν λόγον.
3 καὶ ἔρχονται πρὸς
αὐτὸν παραλυτικὸν φέροντες, αἰρόμενον
ὑπὸ τεσσάρων·
4 καὶ μὴ δυνάμενοι
προσεγγίσαι αὐτῷ διὰ τὸν ὄχλον,
ἀπεστέγασαν τὴν στέγην ὅπου ἦν, καὶ
ἐξορύξαντες χαλῶσι τὸν κράβαττον, ἐφ᾿
ᾧ ὁ παραλυτικὸς κατέκειτο.
5 ἰδὼν δὲ ὁ
᾿Ιησοῦς τὴν πίστιν αὐτῶν λέγει
τῷ παραλυτικῷ· τέκνον, ἀφέωνταί σοι
αἱ ἁμαρτίαι σου.
6 ἦσαν δέ τινες τῶν
γραμματέων ἐκεῖ καθήμενοι καὶ
διαλογιζόμενοι ἐν ταῖς καρδίαις αὐτῶν·
7 τί οὗτος οὕτω
λαλεῖ βλασφημίας; τίς δύναται ἀφιέναι
ἁμαρτίας εἰ μὴ εἷς ὁ Θεός;
8 ὃ καὶ εὐθέως
ἐπιγνοὺς ὁ ᾿ησοῦς τῷ πνεύματι
αὐτοῦ ὅτι οὕτως αὐτοὶ διαλογίζονται
ἐν ἑαυτοῖς, εἶπεν αὐτοῖς· τί
ταῦτα διαλογίζεσθε ἐν ταῖς καρδίαις
ὑμῶν;
9 τί ἐστιν
εὐκοπώτερον, εἰπεῖν τῷ παραλυτικῷ,
ἀφέωνταί σου αἱ ἁμαρτίαι, ἢ
εἰπεῖν, ἔγειρε καὶ ἆρον τὸν
κράβαττόν σου καὶ περιπάτει;
10 ἵνα δὲ εἰδῆτε
ὅτι ἐξουσίαν ἔχει ὁ υἱὸς τοῦ
ἀνθρώπου ἀφιέναι ἐπὶ τῆς γῆς
ἁμαρτίας -λέγει τῷ παραλυτικῷ·
11 σοὶ λέγω, ἔγειρε
καὶ ἆρον τὸν κράβαττόν σου καὶ ὕπαγε
εἰς τὸν οἶκόν σου.
12 καὶ ἠγέρθη
εὐθέως, καὶ ἄρας τὸν κράβαττον
ἐξῆλθεν ἐναντίον παντων, ὥστε
ἐξίστασθαι πάντας καὶ δοξάζειν τὸν
Θεὸν λέγοντας ὅτι οὐδέποτε οὕτως εἴδομεν.
13 Καὶ ἐξῆλθε
πάλιν παρὰ τὴν θάλασσαν· καὶ πᾶς
ὁ ὄχλος ἤρχετο πρὸς αὐτόν, καὶ
ἐδίδασκεν αὐτούς.
14 Καὶ παράγων εἶδε
Λευῒν τὸν τοῦ ᾿Αλφαίου, καθήμενον
ἐπὶ τὸ τελώνιον, καὶ λέγει
αὐτῷ· ἀκολούθει μοι. καὶ ἀναστὰς
ἠκολούθησεν αὐτῷ.
15 καὶ ἐγένετο ἐν
τῷ κατακεῖσθαι αὐτὸν ἐν τῇ
οἰκίᾳ αὐτοῦ, καὶ πολλοὶ τελῶναι
καὶ ἁμαρτωλοὶ συνανέκειντο τῷ ᾿Ιησοῦ
καὶ τοῖς μαθηταῖς αὐτοῦ· ἦσαν
γὰρ πολλοί, καὶ ἠκολούθησαν αὐτῷ.
16 καὶ οἱ γραμματεῖς
καὶ οἱ Φαρισαῖοι ἰδόντες αὐτὸν
ἐσθίοντα μετὰ τῶν τελωνῶν καὶ
ἁμαρτωλῶν ἔλεγον τοῖς μαθηταῖς αὐτοῦ·
τί ὅτι μετὰ τῶν τελωνῶν καὶ
ἁμαρτωλῶν ἐσθίει καὶ πίνει;
17 καὶ ἀκούσας ὁ
᾿Ιησοῦς λέγει αὐτοῖς· οὐ χρείαν
ἔχουσιν οἱ ἰσχύοντες ἰατροῦ,
ἀλλ᾿ οἱ κακῶς ἔχοντες· οὐκ ἦλθον
καλέσαι δικαίους, ἀλλὰ ἁμαρτωλοὺς εἰς
μετάνοιαν.
18 Καὶ ἦσαν οἱ
μαθηταὶ ᾿Ιωάννου καὶ οἱ τῶν Φαρισαίων
νηστεύοντες. καὶ ἔρχονται καὶ λέγουσιν
αὐτῷ· διατί οἱ μαθηταὶ ᾿Ιωάννου
καὶ οἱ τῶν Φαρισαίων νηστεύουσιν, οἱ
δὲ σοὶ μαθηταὶ οὐ νηστεύουσι;
19 καὶ εἶπεν
αὐτοῖς ὁ ᾿Ιησοῦς· μὴ δύνανται
οἱ υἱοὶ τοῦ νυμφῶνος, ἐν ᾧ ὁ
νυμφίος μετ᾿ αὐτῶν ἐστι, νηστεύειν; ὅσον
χρόνον μεθ᾿ ἑαυτῶν ἔχουσι τὸν
νυμφίον, οὐ δύνανται νηστεύειν.
20 ἐλεύσονται δὲ
ἡμέραι ὅταν ἀπαρθῇ ἀπ᾿
αὐτῶν ὁ νυμφίος, καὶ τότε
νηστεύσουσιν ἐν ἐκείναις ταῖς
ἡμέραις.
21 οὐδεὶς ἐπίβλημα
ῥάκους ἀγνάφου ἐπιρράπτει ἐπὶ
ἱματίῳ παλαιῷ· εἰ δὲ μήγε,
αἴρει τὸ πλήρωμα αὐτοῦ, τὸ καινὸν
τοῦ παλαιοῦ, καὶ χεῖρον σχίσμα γίνεται.
22 καὶ οὐδεὶς
βάλλει οἶνον νέον εἰς ἀσκοὺς παλαιούς·
εἰ δὲ μή, ῥήσσει ὁ οἶνος ὁ
νέος τοὺς ἀσκούς, καί ὁ οἶνος
ἐκχείται καί οἱ ἀσκοί
ἀπολοῦνται ἀλλά οἶνον νέον εἰς
ἀσκοὺς καινοὺς βλητέον.
23 Καὶ ἐγένετο
παραπορεύεσθαι αὐτὸν ἐν τοῖς σάββασι
διὰ τῶν σπορίμων, καὶ ἤρξαντο οἱ
μαθηταὶ αὐτοῦ ὁδὸν ποιεῖν τίλλοντες
τοὺς στάχυας.
24 καὶ οἱ Φαρισαῖοι
ἔλεγον αὐτῷ ἵδε τί ποιούσιν ἐν
τοἱς σάββασιν ὄ οὔκ ἔξεστι
25 καὶ αὐτὸς
ἔλεγεν αὐτοῖς· οὐδέποτε ἀνέγνωτε
τί ἐποίησεΔαυῒδ ὅτε χρείαν ἔσχε
καὶ ἐπείνασεν αὐτὸς καὶ οἱ μετ᾿αὐτοῦ;
26 πῶς εἰσῆλθεν
εἰς τὸν οἶκον τοῦ Θεοῦ ἐπὶ᾿Αβιάθαρ
ἀρχιερέως καὶ τοὺς ἄρτους τῆς
προθέσεως ἔφαγεν, οὓς οὐκ ἔξεστι φαγεῖν
εἰ μὴ τοῖς ἱερεῦσι, καὶ ἔδωκε
καὶ τοῖς σὺν αὐτῷ οὖσι;
27 καὶ ἔλεγεν
αὐτοῖς· τὸ σάββατον διὰ τὸν
ἄνθρωπον ἐγένετο, οὐχ ὁ ἄνθρωπος διὰ
τὸ σάββατον·
28 ὥστε κύριός
ἐστιν ὁ υἱὸς τοῦ ἀνθρώπου καὶ
τοῦ σαββάτου.
ΚΕΦΑΛΑΙΟΝ Γ. (Κατά Μάρκον)
ß Προηγούμενο
Κεφ. - Επιστροφή – Κ.Διαθήκη - Επόμενο Κεφ.à
1 Καὶ εἰσῆλθε
πάλιν εἰς τὴν συναγωγήν· καὶ ἦν
ἐκεῖ ἄνθρωπος ἐξηραμμένην ἔχων τὴν
χεῖρα.
2 καὶ παρετηρουν αὐτὸν
εἰ τοῖς σάββασι θεραπεύσει αὐτόν, ἵνα
κατηγορήσωσιν αὐτοῦ.
3 καὶ λέγει τῷ
ἀνθρώπῳ τῷ ἐξηραμμένην ἔχοντι
τὴν χεῖρα· ἔγειρε εἰς τὸ μέσον.
4 καὶ λέγει
αὐτοῖς· ἔξεστι τοῖς σάββασιν
ἀγαθοποιῆσαι ἢ κακοποιῆσαι; ψυχὴν σῶσαι
ἢ ἀποκτεῖναι; οἱ δὲ ἐσιώπων.
5 καὶ περιβλεψάμενος
αὐτοὺς μετ᾿ ὀργῆς, συλλυπούμενος
ἐπὶ τῇ πωρώσει τῆς καρδίας
αὐτῶν, λέγει τῷ ἀνθρώπῳ·
ἔκτεινον τὴν χεῖρά σου. καὶ ἐξέτεινε,
καὶ ἀποκατεστάθη ἡ χεὶρ αὐτοῦ
ὑγιὴς ὡς ἡ ἄλλη.
6 καὶ ἐξελθόντες
οἱ Φαρισαῖοι εὐθέως μετὰ τῶν
῾Ηρῳδιανῶν συμβούλιον ἐποίουν κατ᾿
αὐτοῦ, ὅπως αὐτὸν ἀπολέσωσι.
7 Καὶ ὁ ᾿Ιησοῦς
ἀνεχώρησε μετὰ τῶν μαθητῶν αὐτοῦ
πρὸς τὴν θάλασσαν· καὶ πολὺ πλῆθος
ἀπὸ τῆς Γαλιλαίας ἠκολούθησαν
αὐτῷ,
8 καὶ ἀπὸ τῆς
᾿Ιουδαίας καὶἀπὸ ῾Ιεροσολύμων
καὶ ἀπὸ τῆς ᾿Ιδουμαίας καὶ
πέραν τοῦ ᾿Ιορδάνου καὶ οἱ περὶ
Τύρον καὶ Σιδῶνα, πλῆθος πολύ,
ἀκούσαντες ὅσα ἐποίει, ἦλθον πρὸς
αὐτόν.
9 καὶ εἶπε τοῖς
μαθηταῖς αὐτοῦ ἵνα πλοιάριον προσκαρτερῇ
αὐτῷ διὰ τὸν ὄχλον, ἵνα μὴ
θλίβωσιν αὐτόν·
10 πολλοὺς γὰρ
ἐθεράπευσεν ὥστε ἐπιπίπτειν αὐτῷ
ἵνα αὐτοῦ ἅψωνται ὅσοι εἶχον
μάστιγας·
11 καὶ τὰ πνεύματα
τὰ ἀκάθαρτα,
ὅταν
αὐτὸν ἐθεώρουν, προσέπιπτον αὐτῷ
καὶ ἔκραζον λέγοντα ὅτι σὺ εἶ ὁ
υἱὸς τοῦ Θεοῦ.
12 καὶ πολλὰ
ἐπετίμα αὐτοῖς ἵνα μὴ φανερὸν
αὐτὸν ποιήσωσι.
13 Καὶ ἀναβαίνει
εἰς τὸ ὄρος, καὶ προσκαλεῖται
οὓςἤθελεν αὐτός, καὶ ἀπῆλθον
πρὸς αὐτόν.
14 καὶ ἐποίησε
δώδεκα, ἵνα ὦσι μετ᾿ αὐτοῦ καὶ
ἵνα ἀποστέλλῃ αὐτοὺ κηρύσσειν
15 καὶ ἔχειν
ἐξουσίαν θεραπεύειν τὰς νόσους καὶ
ἐκβάλλειν τὰ δαιμόνια·
16 καὶ ἐπέθηκεν
ὄνομα τῷ Σίμωνι Πέτρον,
17 καὶ ᾿Ιάκωβον
τὸν τοῦ Ζεβεδαίου καὶ ᾿Ιωάννην τὸν
ἀδελφὸν τοῦ ᾿Ιακώβου· καὶ
ἐπέθηκεν αὐτοῖς ὀνόματα Βοανεργές, ὅ
ἐστιν υἱοὶ βροντῆς·
18 καὶ ᾿Ανδρέαν
καὶ Φίλιππον καὶ Βαρθολομαῖον καὶ Ματθαῖον
καὶ Θωμᾶν καὶ ᾿Ιάκωβον τὸν τοῦ
᾿Αλφαίου καὶΘαδδαῖον καὶ Σίμωνα τὸν
Κανανίτην
19 καὶ ᾿Ιούδαν
᾿Ισκαριώτην, ὃς καὶ παρέδωκεν αὐτόν.
20 Καὶ ἔρχονται εἰς
οἶκον· καὶ συνέρχεται πάλιν ὄχλος,ὥστε
μὴ δύνασθαι αὐτοὺς μηδὲ ἄρτον φαγεῖν.
21 καὶ ἀκούσαντες
οἱ παρ᾿ αὐτοῦ ἐξῆλθον κρατῆσαι
αὐτόν· ἔλεγον γὰρ ὅτι ἐξέστη.
22 καὶ οἱ γραμματεῖς
οἱ ἀπὸ ῾Ιεροσολύμων καταβάντες ἔλεγον
ὅτι Βεελζεβοὺλ ἔχει, καὶ ὅτι ἐν τῷ
ἄρχοντι τῶν δαιμονίων ἐκβάλλει τὰ
δαιμόνια
23 καὶ προσκαλεσάμενος
αὐτοὺς ἐν παραβολαῖς ἔλεγεν
αὐτοῖς· πῶς δύναται σατανᾶς σατανᾶν
ἐκβάλλειν;
24 καὶ ἐὰν
βασιλεία ἐφ᾿ ἑαυτὴν μερισθῇ, οὐ
δύναται σταθῆναι ἡ βασιλεία ἐκείνη·
25 καὶ ἐὰν
οἰκία ἐφ᾿ ἑαυτὴν μερισθῇ, οὐ
δύναται σταθῆναι ἡ οἰκία ἐκείνη.
26 καὶ εἰ ὁσατανᾶς
ἀνέστη ἐφ᾿ ἑαυτὸν καὶ
μεμέρισται, οὐ δύναται σταθῆναι, ἀλλὰ
τέλος ἔχει.
27 οὐδεὶς δύναται
τὰ σκεύη τοῦ ἰσχυροῦ εἰσελθὼν
εἰς τὴν οἰκίαν αὐτοῦ διαρπάσαι,
ἐὰν μὴ πρῶτον τὸν ἰσχυρὸν
δήσῃ, καὶ τότε τὴν οἰκίαν
αὐτοῦ διαρπάσει.
28 ᾿Αμὴν λέγω
ὑμῖν ὅτι πάντα ἀφεθήσεται τοῖς
υἱοῖς τῶν ἀνθρώπων τὰ
ἁμαρτήματα καὶ αἱ βλασφημίαι ὅσας
ἐὰν βλασφημήσωσιν·
29 ὃς δ᾿ ἂν
βλασφημήσῃ εἰς τὸ Πνεῦμα τὸ ῞Αγιον,
οὐκ ἔχει ἄφεσιν εἰς τὸν αἰῶνα,
ἀλλ᾿ ἔνοχός ἐστιν αἰωνίου
κρίσεως
30 ὅτι ἔλεγον, πνεῦμα
ἀκάθαρτον ἔχει.
31 ἔρχονται οὖν ἡ
μήτηρ αὐτοῦ καὶ οἱ ἀδελφοὶ
αὐτοῦ, καὶ ἔξω ἑστῶτες
ἀπέστειλαν πρὸς αὐτὸν φωνοῦντες
αὐτόν.
32 καὶ ἐκάθητο
περὶ αὐτὸν ὄχλος· εἶπον δὲ
αὐτῷ· ἰδοὺ ἡ μήτηρ σου καὶ
οἱ ἀδελφοί σου ἔξω ζητοῦσί σε.
33 καὶ ἀπεκρίθη
αὐτοῖς λέγων· τίς ἐστιν ἡ μήτηρ
μου ἢ οἱ ἀδελφοί μου;
34 καὶ περιβλεψάμενος
κύκλῳ τοὺς περὶ αὐτὸν καθημένους
λέγει· ἴδε ἡ μήτηρ μου καὶ οἱ
ἀδελφοί μου·
35 ὃς γὰρ ἂν
ποιήσῃ τὸ θέλημα τοῦ Θεοῦ, οὗτος
ἀδελφός μου καὶ ἀδελφή μου καὶ μήτηρ
ἐστί.
ΚΕΦΑΛΑΙΟΝ Δ. (Κατά Μάρκον)
ß Προηγούμενο
Κεφ. - Επιστροφή – Κ.Διαθήκη - Επόμενο Κεφ.à
1 Καὶ πάλιν ἤρξατο
διδάσκειν παρὰ τὴν θάλασσαν· καὶ
συνήχθη πρὸς αὐτὸν ὄχλος πολύς, ὥστε
αὐτὸν ἐμβάντα εἰς τὸ πλοῖον καθῆσθαι
ἐν τῇ θαλάσσῃ· καὶ πᾶς ὁ
ὄχλος πρὸς τὴν θάλασσαν ἐπὶ τῆς
γῆς ἦσαν.
2 καὶ ἐδίδασκεν
αὐτοὺς ἐν παραβολαῖς πολλά, καὶ
ἔλεγεν αὐτοῖς ἐν τῇ διδαχῇ
αὐτοῦ·
3 ἀκούετε. ἰδοὺ
ἐξῆλθεν ὁ σπείρων τοῦ σπεῖραι.
4 καὶ ἐγένετο ἐν
τῷ σπείρειν ὃ μὲν ἔπεσεν ἐπὶ
τὴν ὁδόν, καὶ ἦλθον τὰ πετεινὰ
καὶ κατέφαγεν αὐτό·
5 καὶ ἄλλο ἔπεσεν
ἐπὶ τὸ πετρῶδες, ὅπου οὐκ εἶχε
γῆν πολλήν, καὶ εὐθέως ἐξανέτειλε
διὰ τὸ μὴ ἔχειν βάθος γῆς,
6 ἡλίου δὲ
ἀνατείλαντος ἐκαυματίσθη, καὶ διὰ τὸ
μὴ ἔχειν ῥίζαν ἐξηράνθη·
7 καὶ ἄλλο ἔπεσεν
εἰς τὰς ἀκάνθας, καὶ ἀνέβησαν
αἱ ἄκανθαι καὶ συνέπνιξαν αὐτό, καί
καρπὸν οὐκ ἔδωκε
8 καί ἄλλο ἔπεσεν
εἰς τὴν γῆν τὴν καλὴν καὶ
ἐδίδου καρπὸν ἀναβαίνοντα καὶ
αὐξάνοντα, καὶ ἔφερεν ἐν τριάκοντα
καὶ ἐν ἑξήκοντα καὶ ἐν ἑκατόν.
9 καὶ ἔλεγεν
αὐτοῖς· ὁ ἔχων ὦτα ἀκούειν
ἀκουέτω.
10 ῞Οτε δὲ ἐγένετο
κατὰ μόνας, ἠρώτησαν αὐτὸν οἱ
περὶ αὐτὸν σὺν τοῖς δώδεκα τὴν
παραβολήν.
11 καὶ ἔλεγεν
αὐτοῖς· ὑμῖν δέδοται γνῶναι τὰ
μυστήρια τῆς βασιλείας τοῦ Θεοῦ·
ἐκείνοις δὲ τοῖς ἔξω ἐν παραβολαῖς
τὰ πάντα γίνεται,
12 ἵνα βλέποντες βλέπωσι
καὶ μὴ ἴδωσι, καὶ ἀκούοντες
ἀκούωσι καὶ μὴ συνιῶσι, μήποτε
ἐπιστρέψωσι καὶ ἀφεθῇ αὐτοῖς τὰ
ἁμαρτήματα.
13 καὶ λέγει
αὐτοῖς· οὐκ οἴδατε τὴν παραβολὴν
ταύτην, καὶ πῶς πάσας τὰς παραβολὰς
γνώσεσθε;
14 ὁ σπείρων τὸν
λόγον σπείρει.
15 οὗτοι δέ εἰσιν
οἱ παρὰ τὴν ὁδὸν ὅπου σπείρεται
ὁ λόγος, καὶ ὅταν ἀκούσωσιν,
εὐθὺς ἔρχεται ὁ σατανᾶς καὶ αἴρει τὸν
λόγον τὸν ἐσπαρμένον ἐν ταῖς καρδίαις
αὐτῶν.
16 καὶ οὗτοι
ὁμοίως εἰσὶν οἱ ἐπὶ τὰ
πετρώδη σπειρόμενοι, οἳ ὅταν ἀκούσωσι
τὸν λόγον, εὐθὺς μετὰ χαρᾶς
λαμβάνουσιν αὐτόν,
17 καὶ οὐκ ἔχουσι
ῥίζαν ἐν ἑαυτοῖς, ἀλλὰ
πρόσκαιροί εἰσιν· εἶτα γενομένης
θλίψεως ἢ διωγμοῦ διὰ τὸν λόγον,
εὐθὺς σκανδαλίζονται.
18 καὶ οὗτοί εἰσιν
οἱ εἰς τὰς ἀκάνθας σπειρόμενοι, οἱ
τὸν λόγον ἀκούοντες,
19 καὶ αἱ μέριμναι
τοῦ αἰῶνος τούτου καὶ ἡ ἀπάτη
τοῦ πλούτου καὶ αἱ περὶ τὰ λοιπὰ
ἐπιθυμίαι εἰσπορευόμεναι συμπνίγουσι τὸν
λόγον, καὶ ἄκαρπος γίνεται.
20 καὶ οὗτοί εἰσιν
οἱ ἐπὶ τὴν γῆν τὴν καλὴν
σπαρέντες, οἵτινες ἀκούουσι τὸν λόγον
καὶ παραδέχονται, καὶ καρποφοροῦσιν ἐν
τριάκοντα καὶ ἐν ἑξήκοντα καὶ ἐν
ἑκατόν.
21 Καί ἔλεγεν
αὐτοῖς· μήτι ἔρχεται ὁ λύχνος
ἵνα ὑπὸ τὸν μόδιον τεθῇ ἢ
ὑπὸ τὴν κλίνην; οὐχ ἵνα ἐπὶ
τὴν λυχνίαν ἐπιτεθῇ;
22 οὐ γάρ ἐστι
κρυπτὸν ὃ ἐὰν μὴ φανερωθῇ, οὐδὲ
ἐγένετο ἀπόκρυφον ἀλλ᾿ ἵνα
ἔλθῃ εἰς φανερόν.
23 εἴ τις ἔχει ὦτα
ἀκούειν, ἀκουέτω.
24 Καὶ ἔλεγεν
αὐτοῖς· βλέπετε τί ἀκούετε. ἐν
ᾧ μέτρῳ μετρεῖτε, μετρηθήσεται ὑμῖν,
καὶ προστεθήσεται ὑμῖν τοῖς
ἀκούουσιν.
25 ὃς γὰρ ἂν
ἔχῃ, δοθήσεται αὐτῷ· καὶ ὃς
οὐκ ἔχει, καὶ ὃ ἔχει ἀρθήσεται
ἀπ᾿ αὐτοῦ.
26 Καὶ ἔλεγεν·
οὕτως ἐστὶν ἡ βασιλεία τοῦ Θεοῦ,
ὡς ἂν ἄνθρωπος βάλῃ τὸν σπόρον
ἐπὶ τῆς γῆς,
27 καὶ καθεύδῃ καὶ
ἐγείρηται νύκτα καὶ ἡμέραν, καὶ
ὁ σπόρος βλαστάνῃ καὶ μηκύνηται ὡς
οὐκ οἶδεν αὐτός
28 αὐτομάτη γὰρ ἡ
γῆ καρποφορεῖ, πρῶτον χόρτον, εἶτα στάχυν,
εἶτα πλήρη σῖτον ἐν τῷ στάχυΐ.
29 ὅταν δὲ παραδῷ
ὁ καρπός, εὐθέως ἀποστέλλει τὸ
δρέπανον, ὅτι παρέστηκεν ὁ θερισμός.
30 Καὶ ἔλεγε· πῶς
ὁμοιώσωμεν τὴν βασιλείαν τοῦ Θεοῦ; ἢ
ἐν τίνι παραβολῇ παραβάλωμεν αὐτήν;
31 ὡς κόκκον σινάπεως,
ὃς ὅταν σπαρῇ ἐπὶ τῆς γῆς,
μικρότερος πάντων τῶν σπερμάτων ἐστὶ
τῶν ἐπὶ τῆς γῆς·
32 καὶ ὅταν σπαρῇ,
ἀναβαίνει καὶ γίνεται μείζων πάντων
τῶν λαχάνων, καὶ ποιεῖ κλάδους μεγάλους,
ὥστε δύνασθαι ὑπὸ, τὴν σκιὰν
αὐτοῦ τὰ πετεινὰ τοῦ οὐρανοῦ
κατασκηνοῦν.
33 Καὶ τοιαύταις
παραβολαῖς πολλαῖς ἐλάλει αὐτοῖς τὸν
λόγον, καθὼς ἠδύναντο ἀκούειν,
34 χωρὶς δὲ παραβολῆς
οὐκ ἐλάλει αὐτοῖς τὸν λόγον·
κατ᾿ ἰδίαν δὲ τοῖς μαθηταῖς
αὐτοῦ ἐπέλυε πάντα.
35 Καὶ λέγει
αὐτοῖς ἐν ἐκείνῃ τῇ
ἡμέρᾳ ὀψίας γενομένης· διέλθωμεν
εἰς τὸ πέραν.
36 καὶ ἀφέντες τὸν
ὄχλον παραλαμβάνουσιν αὐτὸν ὡς ἦν ἐν
τῷ πλοίῳ· καὶ ἄλλα πλοῖα ἦν
μετ᾿ αὐτοῦ.
37 καὶ γίνεται λαῖλαψ
ἀνέμου μεγάλη, τὰ δὲ κύματα
ἐπέβαλλεν εἰς τὸ πλοῖον, ὥστε ἤδη
αὐτὸ βυθίζεσθαι.
38 καὶ ἦν αὐτὸς
ἐπὶ τῇ πρύμνῃ ἐπὶ τὸ
προσκεφάλαιον καθεύδων· καὶ διεγείρουσιν
αὐτὸν καὶ λέγουσιν αὐτῷ· διδάσκαλε,
οὐ μέλει σοι ὅτι ἀπολλύμεθα;
39 καὶ διεγερθεὶς
ἐπετίμησε τῷ ἀνέμῳ καὶ εἶπε
τῇ θαλάσση· σιώπα, πεφίμωσο. καὶ
κόπασεν ὁ ἄνεμος, καὶ ἐγένετο γαλήνη
μεγάλη.
40 καὶ εἶπεν
αὐτοῖς· τί δειλοί ἐστε οὕτω; πῶς
οὐκ ἔχετε πίστιν;
41 καὶ ἐφοβήθησαν
φόβον μέγαν καὶ ἔλεγον πρὸς
ἀλλήλους· τίς ἄρα οὗτός ἐστιν,
ὅτι καὶ ὁ ἄνεμος καὶ ἡ θάλασσα
ὑπακούουσιν αὐτῷ;
ΚΕΦΑΛΑΙΟΝ Ε. (Κατά Μάρκον)
ß Προηγούμενο
Κεφ. - Επιστροφή – Κ.Διαθήκη - Επόμενο Κεφ.à
1 Καὶ ἦλθον εἰς
τὸ πέραν τῆς θαλάσσης εἰς τὴν χώραν
τῶν Γεργεσηνῶν.
2 καὶ ἐξελθόντος
αὐτοῦ ἐκ τοῦ πλοίου εὐθέως
ἀπήντησεν αὐτῷ ἐκ τῶν μνημείων
ἄνθρωπος ἐν πνεύματι ἀκαθάρτῳ,
3 ὃς τὴν κατοίκησιν
εἶχεν ἐν τοῖς μνήμασι, καὶ οὔτε
ἁλύσεσιν οὐδεὶς ἠδύνατο αὐτὸν
δῆσαι,
4 διὰ τὸ αὐτὸν
πολλάκις πέδαις καὶ ἁλύσεσι δεδέσθαι,
καὶ διεσπάσθαι ὑπ᾿ αὐτοῦ τὰς
ἁλύσεις καὶ τὰς πέδας συντετρῖφθαι,
καὶ οὐδεὶς ἴσχυεν αὐτὸν δαμάσαι·
5 καὶ διὰ παντὸς
νυκτὸς καὶ ἡμέρας ἐν τοῖς μνήμασι
καὶ ἐν τοῖς ὄρεσιν ἦν κράζων καὶ
κατακόπτων ἑαυτὸν λίθοις.
6 ἰδὼν δὲ τὸν
᾿Ιησοῦν ἀπὸ μακρόθεν ἔδραμε καὶ
προσεκύνησεν αὐτόν,
7 καὶ κράξας φωνῇ
μεγάλῃ λέγει· τί ἐμοὶ καὶ
σοί, ᾿Ιησοῦ, υἱὲ τοῦ Θεοῦ τοῦ
ὑψίστου; ὁρκίζω σε τὸν Θεόν, μή με
βασανίσῃς.
8 ἔλεγε γὰρ
αὐτῷ· ἔξελθε τὸ πνεῦμα τὸ
ἀκάθαρτον ἐκ τοῦ ἀνθρώπου.
9 καὶ ἐπηρώτα
αὐτόν· τί ὄνομά σοι; καὶ
ἀπεκρίθη λέγων· λεγεὼν ὄνομά μοι,
ὅτι πολλοί ἐσμεν.
10 καὶ παρεκάλει
αὐτὸν πολλὰ ἵνα μὴ ἀποστείλῃ
αὐτοὺς ἔξω τῆς χώρας.
11 ἦν δὲ ἐκεῖ
ἀγέλη χοίρων μεγάλη βοσκομένη πρὸς τῷ
ὄρει·
12 καὶ παρεκάλεσαν
αὐτὸν πάντες οἱ δαίμονες λέγοντες·
πέμψον ἡμᾶς εἰς τοὺς χοίρους, ἵνα
εἰς αὐτοὺς εἰσέλθωμεν.
13 καὶ ἐπέτρεψεν
αὐτοῖς εὐθέως ὁ ᾿ησοῦς. καὶ
ἐξελθόντα τὰ πνεύματα τὰ ἀκάθαρτα
εἰσῆλθον εὶς τοὺς χοίρους· καὶ
ὥρμησεν ἡ ἀγέλη κατὰ τοῦ κρημνοῦ
εἰς τὴν θάλασσαν· ἦσαν δὲ ὡς
δισχίλιοι· καὶ ἐπνίγοντο ἐν τῇ
θαλάσσῃ.
14 καὶ οἱ βόσκοντες
τοὺς χοίρους ἔφυγον καὶ ἀπήγγειλαν
εἰς τὴν πόλιν καὶ εἰς τοὺς
ἀγρούς· καὶ ἐξῆλθον ἰδεῖν
τί ἐστι τὸ γεγονός.
15 καὶ ἔρχονται πρὸς
τὸν ᾿Ιησοῦν, καὶ θεωροῦσι τὸν
δαιμονιζόμενον καθήμενον καὶ ἱματισμένον
καὶ σωφρονοῦντα, τὸν ἐσχηκότα τὸν
λεγεῶνα, καὶ ἐφοβήθησαν.
16 καὶ διηγήσαντο
αὐτοῖς οἱ ἰδόντες πῶς ἐγένετο
τῷ δαιμονιζομένῳ καὶ περὶ τῶν χοίρων.
17 καὶ ἤρξαντο
παρακαλεῖν αὐτὸν ἀπελθεῖν ἀπὸ
τῶν ὁρίων αὐτῶν.
18 καὶ ἐμβαίνοντος
αὐτοῦ εἰς τὸ πλοῖον παρεκάλει
αὐτὸν ὁ δαιμονισθεὶς ἵνα μετ᾿
αὐτοῦ ᾖ.
19 καὶ οὐκ ἀφῆκεν
αὐτόν, ἀλλὰ λέγει αὐτῷ·
ὕπαγε εἰς τὸν οἶκόν σου πρὸς τοὺς
σοὺς καὶ ἀνάγγειλον αὐτοῖς ὅσα σοι
ὁ Κύριος πεποίηκε καὶ ἠλέησέ σε.
20 καὶ ἀπῆλθε καὶ
ἤρξατο κηρύσσειν ἐν τῇ Δεκαπόλει ὅσα
ἐποίησεν αὐτῷ ὁ ᾿Ιησοῦς, καὶ
πάντες ἐθαύμαζον
21 Καὶ διαπεράσαντος τοῦ
᾿ησοῦ ἐν τῷ πλοίῳ πάλιν εἰς
τὸ πέραν συνήχθη ὄχλος πολὺς ἐπ᾿
αὐτόν, καὶ ἦν παρὰ τὴν θάλασσαν.
22 Καὶ ἔρχεται εἷς
τῶν ἀρχισυναγώγων, ὀνόματι ᾿Ιάειρος,
καὶ ἰδὼν αὐτὸν πίπτει πρὸς τοὺς
πόδας αὐτοῦ
23 καὶ παρεκάλει
αὐτὸν πολλά, λέγων ὅτι τὸ
θυγάτριόν μου ἐσχάτως ἔχει, ἵνα
ἐλθὼν ἐπιθῇς αὐτῇ τὰς χεῖρας,
ὅπως σωθῇ καὶ ζήσεται.
24 καὶ ἀπῆλθε μετ᾿
αὐτοῦ· καὶ ἠκολούθει αὐτῷ
ὄχλος πολύς, καὶ συνέθλιβον αὐτόν.
25 Καὶ γυνή τις οὖσα
ἐν ῥύσει αἵματος ἔτη δώδεκα,
26 καὶ πολλὰ παθοῦσα
ὑπὸ πολλῶν ἱατρῶν καὶ δαπανήσασα
τὰ παρ᾿ ἑαυτῆς πάντα, καὶ μηδέν
ὠφεληθεῖσα, ἀλλὰ μᾶλλον εἰς τὸ
χεῖρον ἐλθοῦσα
27 ἀκούσασα περὶ
τοῦ ᾿Ιησοῦ, ἐλθοῦσα ἐν τῷ
ὄχλῳ ὄπισθεν ἥψατο τοῦ ἱματίου
αὐτοῦ·
28 ἔλεγε γὰρ ἐν
ἑαυτῇ ὅτι ἐὰν ἅψωμαι κἂν τῶν
ἱματίων αὐτοῦ, σωθήσομαι.
29 καὶ εὐθέως
ἐξηράνθη ἡ πηγὴ τοῦ αἵματος
αὐτῆς, καὶ ἔγνω τῷ σώματι ὅτι
ἴαται ἀπὸ τῆς μάστιγος.
30 καὶ εὐθέως ὁ
᾿ησοῦς ἐπιγνοὺς ἐν ἑαυτῷ τὴν
ἐξ αὐτοῦ δύναμιν ἐξελθοῦσαν,
ἐπιστραφεὶς ἐν τῷ ὄχλῳ ἔλεγε·
τίς μου ἥψατο τῶν ἱματίων;
31 καὶ ἔλεγον αὐτῷ
οἱ μαθηταὶ αὐτοῦ· βλέπεις τὸν
ὄχλον συνθλίβοντάσε, καὶ λέγεις τίς μου
ἥψατο;
32 καί περιεβλέπετο
ἰδεῖν τὴν τοῦτο ποιήσασαν.
33 ἡ δὲ γυνὴ
φοβηθεῖσα καὶ τρέμουσα, εἰδυῖα ὃ
γέγονεν ἐπ᾿ αὐτῇ, ἦλθε καὶ
προσέπεσεν αὐτῷ καὶ εἶπεν αὐτῷ
πᾶσαν τὴν ἀλήθειαν.
34 ὁ δὲ εἶπεν
αὐτῇ· θύγατερ, ἡ πίστις σου
σέσωκέ σε· ὕπαγε εἰς εἰρήνην,
καὶ ἴσθι ὑγιὴς ἀπὸ τῆς
μάστιγός σου.
35 ῎Ετι αὐτοῦ
λαλοῦντος ἔρχονται ἀπὸ τοῦ
ἀρχισυναγώγου λέγοντες ὅτι ἡ θυγάτηρ σου
ἀπέθανε· τί ἔτι σκύλλεις τὸν
διδάσκαλον;
36 ὁ δὲ ᾿Ιησοῦς
εὐθέως ἀκούσας τὸν λόγον λαλούμενον
λέγει τῷ ἀρχισυναγώγῳ· μὴ φοβοῦ,
μόνον πίστευε.
37 καὶ οὐκ ἀφῆκεν
αὐτῷ οὐδένα συνακολουθῆσαι εἰ μὴ
Πέτρον καὶ ᾿Ιάκωβον καὶ ᾿Ιωάννην
τὸν ἀδελφὸν ᾿Ιακώβου.
38 καὶ ἔρχεται εἰς
τὸν οἶκον τοῦ ἀρχισυναγώγου, καὶ
θεωρεῖ θόρυβον, καὶ κλαίοντας καὶ
ἀλαλάζοντας πολλά,
39 καὶ εἰσελθὼν
λέγει αὐτοῖς· τί θορυβεῖσθε καὶ
κλαίετε; τὸ παιδίον οὐκ ἀπέθανεν,
ἀλλὰ καθεύδει. καὶ κατεγέλων αὐτοῦ.
40 ὁ δὲ ἐκβαλὼν
πάντας παραλαμβάνει τὸν πατέρα τοῦ παιδίου
καὶ τὴν μητέρα καὶ τοὺς μετ᾿
αὐτοῦ, καὶ εἰσπορεύεται ὅπου ἦν
τὸ παιδίον ἀνακείμενον,
41 καὶ κρατήσας τῆς
χειρὸς τοῦ παιδίου λέγει αὐτῇ·
ταλιθά, κοῦμι· ὅ ἐστι μεθερμηνευόμενον,
τὸ κοράσιον, σοὶ λέγω, ἔγειρε.
42 καὶ εὐθέως
ἀνέστη τὸ κοράσιον καὶ περιεπάτει·
ἦν γὰρ ἐτῶν δώδεκα. καὶ
ἐξέστησαν ἐκστάσει μεγάλῃ.
43 καὶ διεστείλατο
αὐτοῖς πολλὰ ἵνα μηδεὶς γνῷ
τοῦτο· καὶ εἶπε δοθῆναι αὐτῇ
φαγεῖν.
ΚΕΦΑΛΑΙΟΝ ΣΤ. (Κατά Μάρκον)
ß Προηγούμενο
Κεφ. - Επιστροφή – Κ.Διαθήκη - Επόμενο Κεφ.à
1 Καὶ ἐξῆλθεν
ἐκεῖθεν καὶ ἦλθεν εἰς τὴν πατρίδα
ἑαυτοῦ· ἀκολουθοῦσιν αὐτῷ οἱ
μαθηταὶ αὐτοῦ.
2 καὶ γενομένου
σαββάτου ἤρξατο ἐν τῇ συναγωγῇ
διδάσκειν· καὶ πολλοὶ ἀκούοντες
ἐξεπλήσσοντο λέγοντες· πόθεν τούτῳ
ταῦτα; καὶ τίς ἡ σοφία ἡ δοθεῖσα
αὐτῷ, καὶ δυνάμεις τοιαῦται διὰ τῶν
χειρῶν αὐτοῦ γίνονται;
3 οὐχ οὗτός
ἐστιν ὁ τέκτων, ὁ υἱὸς τῆς
Μαρίας, ἀδελφὸς δὲ ᾿Ιακώβου καὶ
᾿Ιωσῆ καί ᾿Ιούδα καὶ Σίμωνος;
καὶ οὐκ εἰσὶν αἱ ἀδελφαὶ αὐτοῦ
ὧδε πρὸς ἡμᾶς; καὶ ἐσκανδαλίζοντο
ἐν αὐτῷ.
4 ἔλεγε δὲ
αὐτοῖς ὁ ᾿Ιησοῦς ὅτι οὐκ ἔστι
προφήτης ἄτιμος εἰ μὴ ἐν τῇ πατρίδι
αὐτοῦ καὶ ἐν τοῖς συγγενέσι καὶ ἐν
τῇ οἰκίᾳ αὐτοῦ.
5 καὶ οὐκ
ἠδύνατο ἐκεῖ οὐδεμίαν δύναμιν
ποιῆσαι, εἰ μὴ ὀλίγοις ἀρρώστοις
ἐπιθεὶς τὰς χεῖρας ἐθεράπευσε·
6 καὶ ἐθαύμαζε
διὰ τὴν ἀπιστίαν αὐτῶν. Καὶ
περιῆγε τὰς κώμας κύκλῳ διδάσκων.
7 Καὶ προσκαλεῖται
τοὺς δώδεκα, καὶ ἤρξατο αὐτοὺς
ἀποστέλλειν δύο δύο, καὶ ἐδίδου
αὐτοῖς ἐξουσίαν τῶν πνευμάτων τῶν
ἀκαθάρτων
8 καὶ παρήγγειλεν
αὐτοῖς ἵνα μηδέν αἴρωσιν εἰς
ὁδὸν εἰ μὴ ῥάβδον μόνον, μὴ
πήραν, μὴ ἄρτον, μὴ εἰς τὴν ζώνην
χαλκόν,
9 ἀλλ᾿
ὑποδεδεμένους σανδάλια, καὶ μὴ
ἐνδεδύσθαι δύο χιτῶνας
10 καὶ ἔλεγεν
αὐτοῖς· ὅπου ἐὰν εἰσέλθητε
εἰς οἰκίαν, ἐκεῖ μένετε ἕως ἂν
ἐξέλθητε ἐκεῖθεν·
11 καὶ ὅσοι ἐὰν
μὴ δέξωνται ὑμᾶς μηδὲ ἀκούσωσιν
ὑμῶν, ἐκπορευόμενοι ἐκεῖθεν
ἐκτινάξατε τὸν χοῦν τὸν ὑποκάτω τῶν
ποδῶν ὑμῶν εἰς μαρτύριον αὐτοῖς·
ἀμὴν λέγω ὑμῖν, ἀνεκτότερον
ἔσται Σοδόμοις ἢ Γομόρροις ἐν
ἡμέρᾳ κρίσεως ἢ τῇ πόλει
ἐκείνῃ.
12 Καὶ ἐξελθόντες
ἐκήρυσσον ἵνα μετανοήσωσι,
13 καὶ δαιμόνια πολλὰ
ἐξέβαλλον, καὶ ἤλειφον ἐλαίῳ
πολλοὺς ἀρρώστους καὶ ἐθεράπευον.
14 Καὶ ἤκουσεν ὁ
βασιλεὺς ῾Ηρῴδης· φανερὸν γὰρ
ἐγένετο τὸ ὄνομα αὐτοῦ· καὶ
ἔλεγεν ὅτι ᾿Ιωάννης ὁ βαπτίζων ἐκ
νεκρῶν ἠγέρθη, καὶ διὰ τοῦτο
ἐνεργοῦσιν αἱ δυνάμεις ἐν αὐτῷ.
15 ἄλλοι ἔλεγον ὅτι
᾿Ηλίας ἐστίν· ἄλλοι δὲ ἔλεγον
ὅτι προφήτης ἐστὶν ὡς εἷς τῶν
προφητῶν.
16 ἀκούσας δὲ ὁ
῾Ηρῴδης εἶπεν ὅτι ὃν ἐγὼ
ἀπεκεφάλισα ᾿Ιωάννην, οὗτός
ἐστιν· αὐτὸς ἠγέρθη ἐκ νεκρῶν.
17 αὐτὸς γὰρ ὁ
῾Ηρῴδης ἀποστείλας ἐκράτησε τὸν
᾿Ιωάννην καὶ ἔδησεν αὐτὸν ἐν
φυλακῇ διὰ ῾Ηρῳδιάδα τὴν γυναῖκα
Φιλίππου τοῦ ἀδελφοῦ αὐτοῦ, ὅτι
αὐτὴν ἐγάμησεν.
18 ἔλεγε γὰρ ὁ
᾿Ιωάννης τῷ ῾Ηρῴδῃ ὅτι οὐκ
ἔξεστί σοι ἔχειν τὴν γυναῖκα τοῦ
ἀδελφοῦ σου.
19 ἡ δὲ
῾Ηρῳδιὰς ἐνεῖχεν αὐτῷ καὶ
ἤθελεν αὐτὸν ἀποκτεῖναι, καὶ οὐκ
ἠδύνατο·
20 ὁ γὰρ ῾Ηρῴδης
ἐφοβεῖτο τὸν ᾿Ιωάννην, εἰδὼς
αὐτὸν ἄνδρα δίκαιον καὶ ἅγιον, καὶ
συνετήρει αὐτόν, καὶ ἀκούσας αὐτοῦ
πολλὰ ἐποίει καὶ ἠδέως αὐτοῦ
ἤκουε.
21 καὶ γενομένης
ἡμέρας εὐκαίρου, ὅτε ῾Ηρῴδης
τοῖς γενεσίοις αὐτοῦ δεῖπνον ἐποίει
τοῖς μεγιστᾶσιν αὐτοῦ καὶ τοῖς χιλιάρχοις
καὶ τοῖς πρώτοις τῆς Γαλιλαίας,
22 καὶ εἰσελθούσης
τῆς θυγατρὸς αὐτῆς τῆς
῾Ηρῳδιάδος καὶ ὀρχησαμένης καὶ
ἀρεσάσης τῷ ῾Ηρῴδῃ καὶ τοῖς συνανακειμένοις,
εἶπεν ὁ βασιλεὺς τῷ κορασίῳ·
αἴτησόν με ὃ ἐὰν θέλῃς, καὶ
δώσω σοι.
23 καὶ ὤμοσεν αὐτῇ
ὅτι ὃ ἐάν με αἰτήσῃς δώσω σοι,
ἕως ἡμίσους τῆς βασιλείας μου.
24 ἡ δὲ ἐξελθοῦσα
εἶπε τῇ μητρὶ αὐτῆς· τί
αἰτήσομαι; ἡ δὲ εἶπε· τὴν
κεφαλὴν ᾿Ιωάννου τοῦ βαπτιστοῦ,
25 καὶ εἰσελθοῦσα
εὐθέως μετὰ σπουδῆς πρὸς τὸν βασιλέα
ᾐτήσατο λέγουσα· θέλω ἵνα μοι δῷς
ἐξαυτῆς ἐπὶ πίνακι τὴν κεφαλὴν
᾿Ιωάννου τοῦ βαπτιστοῦ.
26 καὶ περίλυπος
γενόμενος ὁ βασιλεύς, διὰ τοὺς ὅρκους
καὶ τοὺς συνανακειμένους οὐκ ἠθέλησεν
αὐτὴν ἀθετῆσαι.
27 καὶ εὐθέως
ἀποστείλας ὁ βασιλεὺς σπεκουλάτωρα
ἐπέταξεν ἐνεχθῆναι τὴν κεφαλὴν
αὐτοῦ.
28 ὁ δὲ ἀπελθὼν
ἀπεκεφάλισεν αὐτὸν ἐν τῇ φυλακῇ,
καὶ ἤνεγκε τὴν κεφαλὴν αὐτοῦ
ἐπὶ πίνακι καί ἔδωκεν αὐτὴν τῷ
κορασίῳ, καὶ τὸ κοράσιον ἔδωκεν
αὐτὴν τῇ μητρὶ αὐτῆς.
29 καὶ ἀκούσαντες
οἱ μαθηταὶ αὐτοῦ ἦλθον καὶ ἦραν
τὸ πτῶμα αὐτοῦ, καὶ ἔθηκαν αὐτὸ
ἐν μνημείῳ.
30 Καὶ συνάγονται οἱ
ἀπόστολοι πρὸς τὸν ᾿Ιησοῦν, καὶ
ἀπήγγειλαν αὐτῷ πάντα, καὶ ὅσα
ἐποίησαν καὶ ὅσα ἐδίδαξαν.
31 καὶ εἶπεν
αὐτοῖς· δεῦτε ὑμεῖς αὐτοὶ
κατ᾿ ἰδίαν εἰς ἔρημον τόπον, καὶ
ἀναπαύεσθε ὀλίγον· ἦσαν γὰρ οἱ
ἐρχόμενοι καὶ οἱ ὑπάγοντες πολλοί,
καὶ οὐδὲ φαγεῖν εὐκαίρουν·
32 καὶ ἀπῆλθον εἰς
ἔρημον τόπον ἐν πλοίῳ κατ᾿
ἰδίαν,
33 καὶ εἶδον
αὐτοὺς ὑπάγοντας, καὶ ἐπέγνωσαν
αὐτοὺς πολλοί, καὶ πεζῇ ἀπὸ
πασῶν τῶν πόλεων συνέδραμον ἐκεῖ καὶ
προῆλθον αὐτοὺς καὶ συνῆλθον πρὸς
αὐτόν.
34 Καὶ ἐξελθὼν ὁ
᾿Ιησοῦς εἶδε πολὺν ὄχλον καὶ
ἐσπλαγχνίσθη ἐπ᾿ αὐτοῖς, ὅτι
ἦσαν ὡς πρόβατα μὴ ἔχοντα ποιμένα,
καὶ ἦρξατο διδάσκειν αὐτοὺς πολλά.
35 Καὶ ἤδη ὥρας
πολλῆς γενομένης προσελθόντες αὐτῷ οἱ
μαθηταὶ αὐτοῦ λέγουσιν ὅτι ἔρημός
ἐστιν ὁ τόπος καὶ ἤδη ὥρα πολλή·
36 ἀπόλυσον
αὐτούς, ἵνα ἀπελθόντες εἰς τοὺς
κύκλῳ ἀγροὺς καὶ κώμας
ἀγοράσωσιν ἑαυτοῖς ἄρτους τί γάρ
φάγωσιν οὐκ ἔχουσιν
37 ὁ δέ ἀποκριθεὶς
εἶπεν αὐτοῖς· δότε αὐτοῖς
ὑμεῖς φαγεῖν. καὶ λέγουσιν αὐτῷ·
ἀπελθόντες ἀγοράσωμεν δηναρίων διακοσίων
ἄρτους καὶ δῶμεν αὐτοῖς φαγεῖν;
38 ὁ δὲ λέγει
αὐτοῖς· πόσους ἄρτους ἔχετε;
ὑπάγετε καὶ ἴδετε. καὶ γνόντες
λέγουσι· πέντε, καὶ δύο ἰχθύας.
39 καὶ ἐπέταξεν
αὐτοῖς ἀνακλῖναι πάντας συμπόσια
συμπόσια ἐπὶ τῷ χλωρῷ χόρτῳ.
40 καὶ ἀνέπεσον
πρασιαὶ πρασιαὶ ἀνὰ ἑκατὸν καὶ
ἀνὰ πεντήκοντα.
41 καὶ λαβὼν τοὺς
πέντε ἄρτους καὶ τοὺς δύο ἰχθύας
ἀναβλέψας εἰς τὸν οὐρανὸν
εὐλόγησε, καὶ κατέκλασε τοὺς ἄρτους
καὶ ἐδίδου τοῖς μαθηταῖς ἵνα
παραθῶσιν αὐτοῖς, καὶ τοὺς δύο
ἰχθύας ἐμέρισε πᾶσι
42 καὶ ἔφαγον πάντες
καὶ ἐχορτάσθησαν,
43 καὶ ἦραν κλασμάτων
δώδεκα κοφίνους πλήρεις, καὶ ἀπὸ τῶν
ἰχθύων.
44 καὶ ἦσαν οἱ
φαγόντες τοὺς ἄρτους πεντακισχίλιοι ἄνδρες.
45 Καὶ εὐθέως
ἠνάγκασε τοὺς μαθητὰς αὐτοῦ
ἐμβῆναι εἰς τὸ πλοῖον καὶ προάγειν εἰς
τὸ πέραν πρὸς Βηθσαῑδάν, ἕως
αὐτὸς ἀπολύσῃ τὸν ὄχλον·
46 καὶ ἀποταξάμενος
αὐτοῖς ἀπῆλθεν εἰς τὸ ὄρος
προσεύξασθαι
47 καὶ ὀψίας
γενομένης ἦν τὸ πλοῖον ἐν μέσῳ
τῆς θαλάσσης, καὶ αὐτὸς μόνος
ἐπὶ τῆς γῆς.
48 καὶ ἰδὼν
αὐτοὺς βασανιζομένους ἐν τῷ
ἐλαύνειν· ἦν γὰρ ὁ ἄνεμος
ἐναντίος αὐτοῖς· καὶ περὶ
τετάρτην φυλακὴν τῆς νυκτὸς ἔρχεται πρὸς
αὐτοὺς περιπατῶν ἐπὶ τῆς θαλάσσης, καὶ
ἤθελε παρελθείν αὐτούς
49 οἱ δέ ἱδόντες
αὐτόν περιπατούντα θαλάσσης ἔδοξαν φάντασμα
εἶναι, καὶ ἀνέκραξαν·
50 πάντες γὰρ
αὐτὸν εἶδον καὶ ἐταράχθησαν. καὶ
εὐθέως ἐλάλησε μετ᾿ αὐτῶν καὶ
λέγει αὐτοῖς· θαρσεῖτε, ἐγώ
εἰμι, μὴ φοβεῖσθε.
51 καὶ ἀνέβη εἰς
τὸ πλοῖον πρὸς αὐτούς, καὶ
ἐκόπασεν ὁ ἄνεμος· καὶ λίαν ἐκ
περισσοῦ ἐν ἑαυτοῖς ἐξίσταντο καὶ
ἐθαύμαζον.
52 οὐ γὰρ συνῆκαν
ἐπὶ τοῖς ἄρτοις, ἀλλ᾿ ἦν
αὐτῶν ἡ καρδία πεπωρωμένη.
53 Καὶ διαπεράσαντες
ἀπῆλθον ἐπὶ τὴν γῆν Γεννησαρὲτ
καὶ προσωρμίσθησαν.
54 καὶ ἐξελθόντων
αὐτῶν ἐκ τοῦπλοίου εὐθέως
ἐπιγνόντες αὐτὸν
55 περιέδραμον ὅλην τὴν
περίχωρον ἐκείνην καὶ ἤρξαντο ἐπὶ
τοῖς κραβάττοις τοὺς κακῶς ἔχοντας περιφέρειν
ὅπου ἤκουον ὅτι ἐκεῖ ἐστι·
56 καὶ ὅπου ἂν
εἰσεπορεύετο εἰς κώμας ἢ πόλεις ἢ
ἀγρούς, ἐν ταῖς ἀγοραῖς
ἐτίθεσαν τοὺς ἀσθενοῦντας καὶ
παρεκάλουν αὐτὸν ἵνα κἂν τοῦ
κρασπέδου τοῦ ἱματίου αὐτοῦ
ἅψωνται· καὶ ὅσοι ἂν ἥπτοντο
αὐτοῦ, ἐσῴζοντο.
ΚΕΦΑΛΑΙΟΝ Ζ. (Κατά Μάρκον)
ß Προηγούμενο
Κεφ. - Επιστροφή – Κ.Διαθήκη - Επόμενο Κεφ.à
1 Καὶ συνάγονται πρὸς
αὐτὸν οἱ Φαρισαῖοι καί τινες τῶν
γραμματέων ἐλθόντες ἀπὸ
῾Ιεροσολύμων·
2 καὶ ἰδόντες
τινὰς τῶν μαθητῶν αὐτοῦ κοιναῖς
χερσί, τοῦτ᾿ ἔστιν ἀνίπτοις,
ἐσθίοντας ἄρτους, ἐμέμψαντο·
3 οἱ γὰρ Φαρισαῖοι
καὶ πάντες οἱ ᾿ουδαῖοι, ἐὰν μὴ
πυγμῇ νίψωνται τὰς χεῖρας, οὐκ
ἐσθίουσι, κρατοῦντες τὴν παράδοσιν τῶν πρεσβυτέρων·
4 καὶ ἀπὸ
ἀγορᾶς, ἐὰν μὴ βαπτίσωνται, οὐκ
ἐσθίουσι· καὶ ἄλλα πολλά ἐστιν ἃ
παρέλαβον κρατεῖν, βαπτισμοὺς ποτηρίων καὶ ξεστῶν
καὶ χαλκίων καὶ κλινῶν·
5 ἔπειτα ἐπερωτῶσιν
αὐτὸν οἱ Φαρισαῖοι καὶ οἱ
γραμματεῖς· διατί οὐ περιπατοῦσιν οἱ
μαθηταί σου κατὰ τὴν παράδοσιν τῶν
πρεσβυτέρων, ἀλλ᾿ ἀνίπτοις χερσὶν
ἐσθίουσι τὸν ἄρτον
6 ὁ δὲ
ἀποκριθεὶς εἶπεν αὐτοῖς ὅτι καλῶς
προεφήτευσεν ῾Ησαΐας περί ὑμῶν τῶν
ὑποκριτῶν, ὡς γέγραπται· οὗτος ὁ
λαὸς τοῖς χείλεσί με τιμᾷ, ἡ δὲ
καρδία αὐτῶν πόρρω ἀπέχει ἀπ᾿
ἐμοῦ·
7 μάτην δὲ σέβονταί
με, διδάσκοντες διδασκαλίας ἐντάλματα
ἀνθρώπων.
8 ἀφέντες γὰρ
τὴν ἐντολὴν τοῦ Θεοῦ κρατεῖτε τὴν
παράδοσιν τῶν ἀνθρώπων, βαπτισμοὺς ξεστῶν
καὶ ποτηρίων, καὶ ἄλλα παρόμοια τοιαῦτα
πολλὰ ποιεῖτε.
9 καὶ ἔλεγεν
αὐτοῖς· καλῶς ἀθετεῖτε τὴν
ἐντολὴν τοῦ Θεοῦ ἵνα τὴν παράδοσιν
ὑμῶν τηρήσητε.
10 Μωῡσῆς γὰρ
εἶπε· τίμα τὸν πατέρα σου καὶ τὴν
μητέρα σου. καί· ὁ κακολογῶν πατέρα ἢ
μητέρα θανάτῳ τελευτάτω.
11 ὑμεῖς δὲ
λέγετε· ἐὰν εἴπῃ ἄνθρωπος τῷ
πατρὶ ἢ τῇ μητρί, κορβᾶν, ὅ ἐστι
δῶρον, ὃ ἐὰν ἐξ ἐμοῦ ὠφεληθῇς,
12 καὶ οὐκέτι
ἀφίετε αὐτὸν οὐδὲν ποιῆσαι τῷ
πατρὶ αὐτοῦ ἢ τῇ μητρὶ αὐτοῦ,
13 ἀκυροῦντες τὸν
λόγον τοῦ Θεοῦ τῇ παραδόσει ὑμῶν
ᾗ παρεδώκατε· καὶ παρόμοια τοιαῦτα
πολλὰ ποιεῖτε.
14 Καὶ προσκαλεσάμενος
πάντα τὸν ὄχλον ἔλεγεν αὐτοῖς·
ἀκούετέ μου πάντες καὶ συνίετε.
15 οὐδέν ἐστιν
ἔξωθεν τοῦ ἀνθρώπου εἰσπορευόμενον
εἰς αὐτὸν ὃ δύναται αὐτὸν
κοινῶσαι, ἀλλὰ τὰ ἐκπορευόμενά
ἐστι τὰ κοινοῦντα τὸν ἄνθρωπον.
16 εἴ τίς ἔχει ὧτα
ἀκούειν ἀκουέτω.
17 Καὶ ὅτε
εἰσῆλθεν εἰς οἶκον ἀπὸ τοῦ
ὄχλου, ἐπηρώτων αὐτὸν οἱ μαθηταὶ
αὐτοῦ περὶ τῆς παραβολῆς.
18 καὶ λέγει
αὐτοῖς· οὕτω καὶ ὑμεῖς
ἀσύνετοί ἐστε; οὔπω νοεῖτε ὅτι
πᾶν τὸ ἔξωθεν εἰσπορευόμενον εἰς τὸν
ἄνθρωπον οὐ δύναται αὐτὸν κοινῶσαι;
19 ὅτι οὐκ
εἰσπορεύεται αὐτοῦ εἰς τὴν καρδίαν,
ἀλλ᾿ εἰς τὴν κοιλίαν, καὶ εἰς
τὸν ἀφεδρῶνα ἐκπορεύεται, καθαρίζον
πάντα τὰ βρώματα.
20 ἔλεγε δὲ ὅτι τὸ
ἐκ τοῦ ἀνθρώπου ἐκπορευόμενον,
ἐκεῖνο κοινοῖ τὸν ἄνθρωπον.
21 ἔσωθεν γὰρ ἐκ
τῆς καρδίας τῶν ἀνθρώπων οἱ
διαλογισμοὶ οἱ κακοὶ ἐκπορεύονται,
μοιχεῖαι, πορνεῖαι, φόνοι,
22 κλοπαί, πλεονεξίαι,
πονηρίαι, δόλος, ἀσέλγεια, ὀφθαλμὸς
πονηρός, βλασφημία, ὑπερηφανία,
ἀφροσύνη·
23 πάντα ταῦτα τὰ
πονηρὰ ἔσωθεν ἐκπορεύεται καὶ κοινοῖ
τὸν ἄνθρωπον.
24 Καὶ ἐκεῖθεν
ἀναστὰς ἀπῆλθεν εἰς τὰ μεθόρια
Τύρου καὶ Σιδῶνος. καὶ εἰσελθὼν εἰς
οἰκίαν οὐδένα ἤθελεγνῶναι, καὶ οὐκ
ἠδυνήθη λαθεῖν.
25 ἀκούσασα γὰρ
γυνὴ περὶ αὐτοῦ, ἧς εἶχε τὸ
θυγάτριον αὐτῆς πνεῦμα ἀκάθαρτον,
ἐλθοῦσα προσέπεσε πρὸς τοὺς πόδας
αὐτοῦ·
26 ἡ δὲ γυνὴ ἦν
῾Ελληνίς, Συροφοινίκισσα τῷ γένει· καὶ
ἠρώτα αὐτὸν ἵνα τὸ δαιμόνιον
ἐκβάλῃ ἐκ τῆς θυγατρὸς αὐτῆς
27 ὁ δὲ ᾿Ιησοῦς
εἶπεν αὐτῇ· ἄφες πρῶτον χορτασθῆναι
τὰ τέκνα· οὐ γάρ ἐστι καλὸν
λαβεῖν τὸν ἄρτον τῶντέκνων καὶ τοῖς
κυναρίοις βαλεῖν.
28 ἡ δὲ ἀπεκρίθη
καὶ λέγει αὐτῷ· ναί, Κύριε·
καὶ τὰ κυνάρια ὑποκάτω τῆς τραπέζης
ἐσθίουσιν ἀπὸ τῶν ψιχίων τῶν
παιδίων.
29 καὶ εἶπεν
αὐτῇ· διὰ τοῦτον τὸν λόγον
ὕπαγε· ἐξελήλυθε τὸ δαιμόνιον ἐκ
τῆς θύγατρός σου.
30 καὶ ἀπελθοῦσα
εἰς τὸν οἶκον αὐτῆς εὗρε τὸ
παιδίον βεβλημένον ἐπὶ τὴν κλίνην καὶ
τὸ δαιμόνιον ἐξεληλυθός.
31 Καὶ πάλιν
ἐξελθὼν ἐκ τῶν ὁρίων Τύρου καὶ
Σιδῶνος ἦλθε πρὸς τὴν θάλασσαν τῆς
Γαλιλαίας ἀνὰ μέσοντῶν ὁρίων
Δεκαπόλεως.
32 καὶ φέρουσιν
αὐτῷ κωφὸν μογιλάλον καὶ παρακαλοῦσιν
αὐτὸν ἵνα ἐπιθῇ αὐτῷ τὴν
χεῖρα.
33 καὶ ἀπολαβόμενος
αὐτὸν ἀπὸ τοῦ ὄχλου κατ᾿
ἰδίαν ἔβαλε τοὺς δακτύλους αὐτοῦ
εἰς τὰ ὦτα αὐτοῦ, καὶ πτύσας ἥψατο
τῆς γλώσσης αὐτοῦ,
34 καὶ ἀναβλέψας
εἰς τὸν οὐρανὸν ἐστέναξε καὶ
λέγει αὐτῷ· ἐφφαθά, ὅ ἐστι
διανοίχθητι.
35 καὶ εὐθέως
διηνοίχθησαν αὐτοῦ αἱ ἀκοαὶ καὶ
ἐλύθη ὁ δεσμὸς τῆς γλώσσης
αὐτοῦ, καὶ ἐλάλει ὀρθῶς.
36 καὶ διεστείλατο
αὐτοῖς ἵνα μηδενὶ εἴπωσιν· ὅσον
δὲ αὐτὸς αὐτοῖς διεστέλλετο, μᾶλλον
περισσότερον ἐκήρυσσον.
37 καὶ ὑπερπερισσῶς
ἐξεπλήσσοντο λέγοντες· καλῶς πάντα
πεποίηκε καὶ τοὺς κωφοὺς ποιεῖ
ἀκούειν καὶ τοὺς ἀλάλους λαλεῖν.
ΚΕΦΑΛΑΙΟΝ Η. (Κατά Μάρκον)
ß Προηγούμενο
Κεφ. - Επιστροφή – Κ.Διαθήκη - Επόμενο Κεφ.à
1 ᾿Εν ἐκείναις
ταῖς ἡμέραις πάλιν πολλοῦ ὄχλου ὄντος
καὶ μὴ ἐχόντων τί φάγωσι,
προσκαλεσάμενος ὁ ᾿Ιησοῦς τοὺς μαθητὰς αὐτοῦ
λέγει αὐτοῖς·
2 σπλαγχνίζομαι ἐπὶ
τὸν ὄχλον, ὅτι ἤδη ἡμέραι τρεῖς
προσμένουσί μοι καὶ οὐκ ἔχουσι τί
φάγωσι·
3 καὶ ἐὰν
ἀπολύσω αὐτοὺς νήστεις εἰς οἶκον
αὐτῶν, ἐκλυθήσονται ἐν τῇ
ὁδῷ· τινὲς γὰρ αὐτῶν ἀπὸ
μακρόθεν ἥκασι.
4 καὶ ἀπεκρίθησαν
αὐτῷ οἱ μαθηταί αὐτοῦ· πόθεν
τούτους δυνήσεταί τις ὧδε χορτάσαι ἄρτων
ἐπ᾿ ἐρημίας;
5 καὶ ἐπηρώτα
αὐτούς· πόσους ἔχετε ἄρτους; οἱ
δὲ εἶπον· ἑπτά.
6 καὶ παρήγγειλε τῷ
ὄχλῳ ἀναπεσεῖν ἐπὶ τῆς
γῆς· καὶ λαβὼν τοὺς ἑπτὰ ἄρτους
εὐχαριστήσας ἔκλασε καὶ ἐδίδου τοῖς
μαθηταῖς αὐτοῦ ἵνα παρατιθῶσι· καὶ
παρέθηκαν τῷ ὄχλῳ.
7 καὶ εἶχον
ἰχθύδια ὀλίγα· καὶ αὐτὰ
εὐλογήσας εἶπε παρατιθέναι καὶ αὐτά.
8 ἔφαγον δὲ καὶ
ἐχορτάσθησαν, καὶ ἦραν περισσεύματα
κλασμάτων ἑπτὰ σπυρίδας.
9 ἦσαν δὲ ὡς
τετρακισχίλιοι· καὶ ἀπέλυσεν αὐτούς.
10 Καὶ ἐμβὰς
εὐθὺς εἰς τὸ πλοῖον μετὰ τῶν
μαθητῶν αὐτοῦ ἦλθεν εἰς τὰ μέρη
Δαλμανουθά.
11 Καὶ ἐξῆλθον οἱ
Φαρισαῖοι καὶ ἤρξαντο συζητεῖν αὐτῷ,
ζητοῦντες παρ᾿ αὐτοῦ σημεῖον ἀπὸ
τοῦ οὐρανοῦ, πειράζοντες αὐτόν.
12 καὶ ἀναστενάξας
τῷ πνεύματι αὐτοῦ λέγει· τί ἡ
γενεὰ αὕτη σημεῖον ἐπιζητεῖ; ἀμὴν
λέγω ὑμῖν, εἰ δοθήσεται τῇ γενεᾷ
ταύτῃ σημεῖον.
13 καὶ ἀφεὶς
αὐτοὺς εἰς τὸ πλοῖον ἀπῆλθε
πάλιν.
14 Καὶ ἐπελάθοντο
λαβεῖν ἄρτους, καὶ εἰ μὴ ἕνα ἄρτον
οὐκ εἶχον μεθ᾿ ἑαυτῶν ἐν τῷ
πλοίῳ.
15 καὶ διεστέλλετο
αὐτοῖς λέγων· ὁρᾶτε, βλέπετε
ἀπὸ τῆς ζύμης τῶν Φαρισαίων καὶ
τῆς ζύμης ῾Ηρῴδου.
16 καὶ διελογίζοντο πρὸς
ἀλλήλους λέγοντες ὅτι ἄρτους οὐκ
ἔχομεν.
17 καὶ γνοὺς ὁ
᾿Ιησοῦς λέγει αὐτοῖς· τί
διαλογίζεσθε ὅτι ἄρτους οὐκ ἔχετε; οὔπω
νοεῖτε οὐδὲ συνίετε; ἔτι πεπωρωμένην
ἔχετε τὴν καρδίαν ὑμῶν;
18 ὀφθαλμοὺς ἔχοντες
οὐ βλέπετε, καὶ ὦτα ἔχοντες οὐκ
ἀκούετε; καὶ οὐ μνημονεύετε;
19 ὅτε τοὺς πέντε
ἄρτους ἔκλασα εἰς τοὺς πεντακισχιλίους, καὶ
πόσους κοφίνους κλασμάτων πλήρεις ἤρατε;
λέγουσιν αὐτῷ· δώδεκα.
20 ὅτε δὲ τοὺς
ἑπτὰ εἰς τοὺς τετρακισχιλίους, πόσων
σπυρίδων πληρώματα κλασμάτων ἤρατε; οἱ δὲ
εἶπον· ἑπτά.
21 καὶ ἔλεγεν
αὐτοῖς· οὔπω συνίετε;
22 Καὶ ἔρχεται εἰς
Βηθσαιδά. καὶ φέρουσιν αὐτῷ τυφλὸν
καὶ παρακαλοῦσιν αὐτὸν ἵνα αὐτοῦ
ἅψηται.
23 καὶ ἐπιλαβόμενος
τῆς χειρὸς τοῦ τυφλοῦ ἐξήγαγεν
αὐτὸν ἔξω τῆς κώμης, καὶ πτύσας
εἰς τὰ ὄμματα αὐτοῦ, ἐπιθεὶς
τὰς χεῖρας αὐτῷ ἐπηρώτα αὐτὸν
εἴ τι βλέπει.
24 καὶ ἀναβλέψας
ἔλεγε· βλέπω τοὺς ἀνθρώπους ὡς
δένδρα περιπατοῦντας.
25 εἶτα πάλιν
ἐπέθηκε τὰς χεῖρας ἐπὶ τοὺς
ὀφθαλμοὺς αὐτοῦ καὶ ἐποίησεν
αὐτὸν ἀναβλέψαι, καὶ ἀποκατεστάθη,
καὶ ἐνέβλεψε τηλαυγῶς ἅπαντας.
26 καὶ ἀπέστειλεν
αὐτὸν εἰς τὸν οἶκον αὐτοῦ
λέγων· μηδὲ εἰς τὴν κώμην
εἰσέλθῃς μηδὲ εἴπῃς τινὶ ἐν
τῇ κώμῃ.
27 Καὶ ἐξῆλθεν ὁ
᾿Ιησοῦς καὶ οἱ μαθηταὶ αὐτοῦ
εἰς τὰς κώμας Καισαρείας τῆς Φιλίππου·
καὶ ἐν τῇ ὁδῷ ἐπηρώτα τοὺς
μαθητὰς αὐτοQ